Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.124 | Joseph. BJ 7.131 (English) | >>Joseph. BJ 7.137 |
7.128καὶ πολλῆς ἐκ πάντων ἡσυχίας γενομένης ἀναστὰς καὶ τῷ περιβλήματι τὸ πλέον τῆς κεφαλῆς μέρος ἐπικαλυψάμενος εὐχὰς ἐποιήσατο τὰς νενομισμένας · ὁμοίως δὲ καὶ
-- -- μετὰ δὲ τὰς εὐχὰς εἰς κοινὸν ἅπασιν Οὐεσπασιανὸς βραχέα διαλεχθεὶς τοὺς μὲν στρατιώτας ἀπέλυσεν ἐπὶ τὸ νενομισμένον ἄριστον αὐτοῖς ὑπὸ τῶν αὐτοκρατόρων εὐτρεπίζεσθαι ,
7.130πρὸς δὲ τὴν πύλην αὐτὸς ἀνεχώρει τὴν ἀπὸ τοῦ πέμπεσθαι διʼ αὐτῆς αἰεὶ τοὺς θριάμβους τῆς προσηγορίας ἀπʼ αὐτῶν τετυχυῖαν .
7.131ἐνταῦθα τροφῆς τε προαπογεύονται καὶ τὰς θριαμβικὰς ἐσθῆτας ἀμφιασάμενοι τοῖς τε παριδρυμένοις τῇ πύλῃ θύσαντες θεοῖς ἔπεμπον τὸν θρίαμβον διὰ τῶν θεάτρων διεξελαύνοντες , ὅπως εἴη τοῖς πλήθεσιν ἡ θέα ῥᾴων .
7.132
σχεδὸν γὰρ ὅσα τοῖς πώποτε ἀνθρώποις εὐδαιμονήσασιν ἐκτήθη κατὰ μέρος ἄλλα παρʼ ἄλλοις θαυμαστὰ καὶ πολυτελῆ , ταῦτα ἐπὶ τῆς ἡμέρας ἐκείνης ἀθρόα τῆς Ῥωμαίων ἡγεμονίας ἔδειξε τὸ μέγεθος .
7.134ἀργύρου γὰρ καὶ χρυσοῦ καὶ ἐλέφαντος ἐν παντοίαις ἰδέαις κατασκευασμάτων ἦν ὁρᾶν οὐχ ὥσπερ ἐν πομπῇ κομιζόμενον πλῆθος , ἀλλʼ ὡς ἂν εἴποι τις ῥέοντα ποταμόν , καὶ τὰ μὲν ἐκ πορφύρας ὑφάσματα τῆς σπανιωτάτης φερόμενα , τὰ δʼ εἰς ἀκριβῆ ζωγραφίαν πεποικιλμένα τῇ Βαβυλωνίων τέχνῃ ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.124 | Joseph. BJ 7.131 (English) | >>Joseph. BJ 7.137 |